Σάββατο 10 Σεπτεμβρίου 2011

11η Σεπτεμβρίου 2011, Κυριακή: ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ, Ἦχος δ΄



Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (γ´ 13-17).
(Τῆς Κυριακῆς πρὸς τῆς Ὑψώσεως)
Εἶπεν  ὁ  Κύριος·  Οὐδεὶς  ἀναβέβηκεν  εἰς  τὸν οὐρανὸν  εἰ  μὴ  ὁ  ἐκ  τοῦ  οὐρανοῦ  καταβάς,  ὁ υἱὸς τοῦ ἀνθρώπου. Καὶ καθὼς Μωϋσῆς ὕψωσεν  τὸν  ὄφιν  ἐν  τῇ  ἐρήμῳ,  οὕτως  ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων  ἐν  αὐτῷ  ἔχῃ  ζωὴν  αἰώνιον.  Οὕτως  γὰρ  ἠγάπησεν  ὁ  θεὸς  τὸν  κόσμον,  ὥστε  τὸν  υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν  μὴ  ἀπόληται  ἀλλ᾿  ἔχῃ  ζωὴν  αἰώνιον. Οὐ  γὰρ  ἀπέστειλεν  ὁ  θεὸς  τὸν  υἱὸν  εἰς  τὸν κόσμον  ἵνα  κρίνῃ  τὸν  κόσμον,  ἀλλ᾿  ἵνα  σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.





Αναστάσιμο Απολυτίκιο:Ἦχος δ'.

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.


ΨΑΛΛΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΚΑΙ ΚΑΘΗΓΗΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΜΟΥΣΙΚΗΣ ΦΩΤΙΟΣ ΚΕΤΣΕΤΖΗΣ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου