Σάββατο 17 Σεπτεμβρίου 2011

18η Σεπτεμβρίου 2011, Κυριακή: ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Ἦχος πλ. α΄



Να σηκώνουμε το σταυρό μας





Ευαγγέλιο Κυριακής: Μάρκ. η΄ 34 – θ΄ 1

Εἶπεν ὁ Κύριος· 34 ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
1 ΚΑΙ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.



Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον . Ἦχος πλ. α ́. 

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, 
τὸν  ἐκ  Παρθένου  τεχθέντα  εἰς  σωτηρίαν  ἡμῶν,  
ἀνυμνήσωμεν  πιστοὶ  καὶ  προσκυνήσωμεν·  ὅτι  ηὐδόκησε  σαρκί, 
 ἀνελθεῖν  ἐν  τῷ Σταυρῷ,  καὶ  θάνατον  ὑπομεῖναι,  καὶ  ἐγεῖραι 
τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου