Σάββατο 3 Σεπτεμβρίου 2011

4η Σεπτεμβρίου 2011, Κυριακή ΙΒ΄ Ματθαίου, Ήχος Γ΄


Ευαγγέλιο Κυριακής: Ματθ. ιθ΄ 16-26

Ο πλούσιος νέος


Ο Κύριος προκειμένου να οδηγήσει κάθε άνθρωπο στην τελειότητα, του ζητά να απαρνηθεί το άλφα ή βήτα πάθος που τον δένει στη γη και δεν τον αφήνει να αγαπήσει ελεύθερα και δυνατά τον Θεό και τη Βασιλεία του αλλά και τους συνανθρώπους του. 


16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· ποίας; ὁ δὲ  Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ  Ἱησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23  Ὁ δὲ  Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ  Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

πολυτίκιον χος γ'

Εφραινέσθω τ οράνιαγαλλιάσθω τ πίγεια· τι ποίησε κράτοςν βραχίονιατο Κύριοςπάτησε τ θανάτ τν θάνατονπρωτότοκος τν νεκρν γένετοκκοιλίας δου ρρύσατο μςκα παρέσχε τ κόσμ τ μέγα λεος.


ΑΝΕΙΤΕ ΣΕ ΗΧΟ Γ΄ ΑΠΟ ΤΗΝ ΧΟΡΩΔΙΑ ΤΟΥ ΗΛΙΑ ΓΙΟΥΡΟΥΚΟΥ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου